|
[1] εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ ασαφ ᾠδὴ πρὸς τὸν ἀσσύριον
[2] γνωστὸς ἐν τῇ ιουδαίᾳ ὁ θεός ἐν τῷ ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ
[3] καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν σιων
[4] ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα
[5] φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων
[6] ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν
[7] ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους
[8] σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου
[9] ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν γῆ ἐφοβήθη καὶ ἡσύχασεν
[10] ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς διάψαλμα
[11] ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι
[12] εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
[13] τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς
|