|
[1] εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ ασαφ ψαλμός
[2] ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ ιακωβ
[3] λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας
[4] σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν
[5] ὅτι πρόσταγμα τῷ ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ ιακωβ
[6] μαρτύριον ἐν τῷ ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς αἰγύπτου γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν
[7] ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν
[8] ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα
[9] ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι ισραηλ ἐὰν ἀκούσῃς μου
[10] οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ
[11] ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό
[12] καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου καὶ ισραηλ οὐ προσέσχεν μοι
[13] καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν
[14] εἰ ὁ λαός μου ἤκουσέν μου ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη
[15] ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου
[16] οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα
[17] καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς
|