|
[1] ᾠδὴ ψαλμοῦ τῷ ασαφ
[2] ὁ θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς ὁ θεός
[3] ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν
[4] ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου
[5] εἶπαν δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα ισραηλ ἔτι
[6] ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό κατὰ σοῦ διαθήκην διέθεντο
[7] τὰ σκηνώματα τῶν ιδουμαίων καὶ οἱ ισμαηλῖται μωαβ καὶ οἱ αγαρηνοί
[8] γεβαλ καὶ αμμων καὶ αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων τύρον
[9] καὶ γὰρ καὶ ασσουρ συμπαρεγένετο μετ αὐτῶν ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς λωτ διάψαλμα
[10] ποίησον αὐτοῖς ὡς τῇ μαδιαμ καὶ τῷ σισαρα ὡς ὁ ιαβιν ἐν τῷ χειμάρρῳ κισων
[11] ἐξωλεθρεύθησαν ἐν αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ
[12] θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν ωρηβ καὶ ζηβ καὶ ζεβεε καὶ σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν
[13] οἵτινες εἶπαν κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ
[14] ὁ θεός μου θοῦ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου
[15] ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη
[16] οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς
[17] πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε
[18] αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
[19] καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν
|