1
 Electronic Study Bible is currently under construction 
[1] τοῖς υἱοῖς κορε ψαλμὸς ᾠδῆς οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις [2] ἀγαπᾷ κύριος τὰς πύλας σιων ὑπὲρ πάντα τὰ σκηνώματα ιακωβ [3] δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ θεοῦ διάψαλμα [4] μνησθήσομαι ρααβ καὶ βαβυλῶνος τοῖς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ τύρος καὶ λαὸς αἰθιόπων οὗτοι ἐγενήθησαν ἐκεῖ [5] μήτηρ σιων ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος [6] κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ διάψαλμα [7] ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί
Credit
Source: sacred-texts.org
 
Top