|
[1] τῷ δαυιδ ὅτε ἡ γῆ αὐτοῦ καθίσταται ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ εὐφρανθήτωσαν νῆσοι πολλαί
[2] νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ
[3] πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ
[4] ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ
[5] τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς
[6] ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ
[7] αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν προσκυνήσατε αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ
[8] ἤκουσεν καὶ εὐφράνθη σιων καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
[9] ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς
[10] οἱ ἀγαπῶντες τὸν κύριον μισεῖτε πονηρόν φυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς
[11] φῶς ἀνέτειλεν τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη
[12] εὐφράνθητε δίκαιοι ἐπὶ τῷ κυρίῳ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ
|