1
 Electronic Study Bible is currently under construction 
[1] Λέγω οὖν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενϊαμίν. [2] οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή; ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ, λέγων, [3] Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. [4] ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. [5] οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν. [6] εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. [7] τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· [8] καθὼς γέγραπται, Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. [9] καὶ Δαβὶδ λέγει, Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς· [10] σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. [11] λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. [12] εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; [13] Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν. ἐφ’ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· [14] εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. [15] εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; [16] εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. [17] εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, [18] μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ. [19] ἐρεῖς οὖν, Ἐξεκλάσθησαν οἱ κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. [20] καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· [21] εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδέ σοῦ φείσηται. [22] ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δέ σε, χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ [23] καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. [24] εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; [25] Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· [26] καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· [27] καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. [28] κατὰ μὲν οὖν τὸ εὐαγγέλιον, ἐχθροὶ δι’ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας [29] ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. [30] ὥσπερ γὰρ καὶ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· [31] οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι· [32] συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. [33] βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. [34] τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; [35] τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; [36] ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
Credit
Author: Theodore Beza (1519–1605)
Source: www.hagiascriptura.com
Info
The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.This text is in the public domain.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.This text is in the public domain.Edited by Stuart Graham (https://www.hagiascriptura.com)
 
Top