1
 Electronic Study Bible is currently under construction 
[1] σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν [2] μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ [3] μικρὰ ἐν πετεινοῖς μέλισσα καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς [4] ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου ὅτι θαυμαστὰ τὰ ἔργα κυρίου καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις [5] πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους ὁ δὲ ἀνυπονόητος ἐφόρεσεν διάδημα [6] πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων [7] πρὶν ἐξετάσῃς μὴ μέμψῃ νόησον πρῶτον καὶ τότε ἐπιτίμα [8] πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου [9] περὶ πράγματος οὗ οὐκ ἔστιν σοι χρεία μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε [10] τέκνον μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου ἐὰν πληθύνῃς οὐκ ἀθῳωθήσῃ καὶ ἐὰν διώκῃς οὐ μὴ καταλάβῃς καὶ οὐ μὴ ἐκφύγῃς διαδράς [11] ἔστιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων καὶ τόσῳ μᾶλλον ὑστερεῖται [12] ἔστιν νωθρὸς προσδεόμενος ἀντιλήμψεως ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει καὶ οἱ ὀφθαλμοὶ κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ [13] καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ αὐτῷ πολλοί [14] ἀγαθὰ καὶ κακά ζωὴ καὶ θάνατος πτωχεία καὶ πλοῦτος παρὰ κυρίου ἐστίν [17] δόσις κυρίου παραμένει εὐσεβέσιν καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται [18] ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ [19] ἐν τῷ εἰπεῖν αὐτόν εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται [20] στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι [21] μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου ὅτι κοῦφον ἐν ὀφθαλμοῖς κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα [22] εὐλογία κυρίου ἐν μισθῷ εὐσεβοῦς καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ [23] μὴ εἴπῃς τίς ἐστίν μου χρεία καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά [24] μὴ εἴπῃς αὐτάρκη μοί ἐστιν καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι [25] ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν [26] ὅτι κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ [27] κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ [28] πρὸ τελευτῆς μὴ μακάριζε μηδένα καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ [29] μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου [30] πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ οὕτως καρδία ὑπερηφάνου καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν [31] τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον [32] ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει [33] πρόσεχε ἀπὸ κακούργου πονηρὰ γὰρ τεκταίνει μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι [34] ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου
Credit
Source: sacred-texts.org
 
Top