|
[1] ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ
[2] βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει τί κοινωνήσει χύτρα πρὸς λέβητα αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται
[3] πλούσιος ἠδίκησεν καὶ αὐτὸς προσενεβριμήσατο πτωχὸς ἠδίκηται καὶ αὐτὸς προσδεηθήσεται
[4] ἐὰν χρησιμεύσῃς ἐργᾶται ἐν σοί καὶ ἐὰν ὑστερήσῃς καταλείψει σε
[5] ἐὰν ἔχῃς συμβιώσεταί σοι καὶ ἀποκενώσει σε καὶ αὐτὸς οὐ πονέσει
[6] χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρεῖ τίς ἡ χρεία σου
[7] καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς καὶ ἐπ ἐσχάτων καταμωκήσεταί σου μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί
[8] πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου
[9] προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται
[10] μὴ ἔμπιπτε μὴ ἀπωσθῇς καὶ μὴ μακρὰν ἀφίστω ἵνα μὴ ἐπιλησθῇς
[11] μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε
[12] ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν
[13] συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς
[15] πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ
[16] πᾶσα σὰρξ κατὰ γένος συνάγεται καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ
[17] τί κοινωνήσει λύκος ἀμνῷ οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ
[18] τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα
[19] κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ οὕτως νομαὶ πλουσίων πτωχοί
[20] βδέλυγμα ὑπερηφάνῳ ταπεινότης οὕτως βδέλυγμα πλουσίῳ πτωχός
[21] πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων
[22] πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος
[23] πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν πτωχὸς ἐλάλησεν καὶ εἶπαν τίς οὗτος κἂν προσκόψῃ προσανατρέψουσιν αὐτόν
[24] ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς
[25] καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά
[26] ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων
|