1
 Electronic Study Bible is currently under construction 
[1] ἐμοῦ τοῦ πατρὸς ἀκούσατε τέκνα καὶ οὕτως ποιήσατε ἵνα σωθῆτε [2] γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ υἱοῖς [3] τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας [4] καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ [5] τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται [6] δοξάζων πατέρα μακροημερεύσει καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ [7] καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν [8] ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου ἵνα ἐπέλθῃ σοι εὐλογία παρ αὐτοῦ [9] εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια [10] μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία [11] γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ [12] τέκνον ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ [13] κἂν ἀπολείπῃ σύνεσιν συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου [14] ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι [15] ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου ὡς εὐδία ἐπὶ παγετῷ οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι [16] ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ [17] τέκνον ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ [18] ὅσῳ μέγας εἶ τοσούτῳ ταπείνου σεαυτόν καὶ ἔναντι κυρίου εὑρήσεις χάριν [20] ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται [21] χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε [22] προσετάγη σοι ταῦτα διανοοῦ οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν [23] ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι [24] πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν [26] καρδία σκληρὰ κακωθήσεται ἐπ ἐσχάτων καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται [27] καρδία σκληρὰ βαρυνθήσεται πόνοις καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ ἁμαρτίαις [28] ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ [29] καρδία συνετοῦ διανοηθήσεται παραβολήν καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ [30] πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας [31] ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα
Credit
Source: sacred-texts.org
 
Top