|
[1] ἐλέησον ἡμᾶς δέσποτα ὁ θεὸς πάντων καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη
[2] ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια καὶ ἰδέτωσαν τὴν δυναστείαν σου
[3] ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς
[4] καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ κύριε
[5] ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια δόξασον χεῖρα καὶ βραχίονα δεξιόν
[6] ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν
[7] σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου
[8] ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν
[9] σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων οὐκ ἔστιν πλὴν ἡμῶν
[10] συνάγαγε πάσας φυλὰς ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καθὼς ἀπ ἀρχῆς
[11] ἐλέησον λαόν κύριε κεκλημένον ἐπ ὀνόματί σου καὶ ισραηλ ὃν πρωτογόνῳ ὡμοίωσας
[12] οἰκτίρησον πόλιν ἁγιάσματός σου ιερουσαλημ τόπον καταπαύματός σου
[13] πλῆσον σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου
[14] δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ ὀνόματί σου
[15] δὸς μισθὸν τοῖς ὑπομένουσίν σε καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν
[16] εἰσάκουσον κύριε δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν ααρων περὶ τοῦ λαοῦ σου
[17] καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων
[18] πᾶν βρῶμα φάγεται κοιλία ἔστιν δὲ βρῶμα βρώματος κάλλιον
[19] φάρυγξ γεύεται βρώματα θήρας οὕτως καρδία συνετὴ λόγους ψευδεῖς
[20] καρδία στρεβλὴ δώσει λύπην καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ
[21] πάντα ἄρρενα ἐπιδέξεται γυνή ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων
[22] κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει
[23] εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ υἱοὺς ἀνθρώπων
[24] ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως βοηθὸν κατ αὐτὸν καὶ στῦλον ἀναπαύσεως
[25] οὗ οὐκ ἔστιν φραγμός διαρπαγήσεται κτῆμα καὶ οὗ οὐκ ἔστιν γυνή στενάξει πλανώμενος
[26] τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν
[27] οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ
|