1
 Electronic Study Bible is currently under construction 
[1] ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς αδαμ ἀφ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων [2] τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας ἐπίνοια προσδοκίας ἡμέρα τελευτῆς [3] ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ [4] ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις [5] καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ [6] ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει καὶ ἀπ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου [7] ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον [8] μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα [9] θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία ἐπαγωγαί λιμὸς καὶ σύντριμμα καὶ μάστιξ [10] ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα καὶ δι αὐτοὺς ἐγένετο ὁ κατακλυσμός [11] πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει [12] πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται [13] χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει [14] ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν [15] ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους καὶ ῥίζαι ἀκάθαρτοι ἐπ ἀκροτόμου πέτρας [16] ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται [17] χάρις ὡς παράδεισος ἐν εὐλογίαις καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ [18] ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν [19] τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται [20] οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας [21] αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα [22] χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου [23] φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός [24] ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται [25] χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται [26] χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν [27] φόβος κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν [28] τέκνον ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν [29] ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται [30] ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται
Credit
Source: sacred-texts.org
 
Top