|
[1] μὴ περὶ τούτων αἰσχυνθῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν
[2] περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ
[3] περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων
[4] περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων
[5] περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι
[6] ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς καὶ ὅπου χεῖρες πολλαί κλεῖσον
[7] ὃ ἐὰν παραδιδῷς ἐν ἀριθμῷ καὶ σταθμῷ καὶ δόσις καὶ λῆμψις πάντα ἐν γραφῇ
[8] περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος
[9] θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ καὶ συνῳκηκυῖα μήποτε μισηθῇ
[10] ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ καὶ συνῳκηκυῖα μήποτε στειρωθῇ
[11] ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν
[12] παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε
[13] ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός
[14] κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν
[15] μνησθήσομαι δὴ τὰ ἔργα κυρίου καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ
[16] ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ
[17] οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν
[18] ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος
[19] ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων
[20] οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα οὐκ ἐκρύβη ἀπ αὐτοῦ οὐδὲ εἷς λόγος
[21] τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα οὔτε προσετέθη οὔτε ἠλαττώθη καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου
[22] ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι
[23] πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις καὶ πάντα ὑπακούει
[24] πάντα δισσά ἓν κατέναντι τοῦ ἑνός καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον
[25] ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ
|