|
[1]μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου καὶ μὴ εἴπῃς αὐτάρκη μοί ἐστιν
[2]μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου
[3]καὶ μὴ εἴπῃς τίς με δυναστεύσει ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει
[4]μὴ εἴπῃς ἥμαρτον καὶ τί μοι ἐγένετο ὁ γὰρ κύριός ἐστιν μακρόθυμος
[5]περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου προσθεῖναι ἁμαρτίαν ἐφ ἁμαρτίαις
[6]καὶ μὴ εἴπῃς ὁ οἰκτιρμὸς αὐτοῦ πολύς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ αὐτῷ καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ
[7]μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ
[8]μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς
[9]μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος
[10]ἴσθι ἐστηριγμένος ἐν συνέσει σου καὶ εἷς ἔστω σου ὁ λόγος
[11]γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν
[12]εἰ ἔστιν σοι σύνεσις ἀποκρίθητι τῷ πλησίον εἰ δὲ μή ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου
[13]δόξα καὶ ἀτιμία ἐν λαλιᾷ καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ
[14]μὴ κληθῇς ψίθυρος καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου
[15]ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος
|