1
 Electronic Study Bible is currently under construction 
[1] μὴ ποίει κακά καὶ οὐ μή σε καταλάβῃ κακόν [2] ἀπόστηθι ἀπὸ ἀδίκου καὶ ἐκκλινεῖ ἀπὸ σοῦ [3] υἱέ μὴ σπεῖρε ἐπ αὔλακας ἀδικίας καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως [4] μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης [5] μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου [6] μὴ ζήτει γενέσθαι κριτής μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου [7] μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ [8] μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ [9] μὴ εἴπῃς τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται [10] μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς [11] μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν [12] μὴ ἀροτρία ψεῦδος ἐπ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει [13] μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν [14] μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου [15] μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην [16] μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ [17] ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ [18] μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ σουφιρ [19] μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον [20] μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ [21] οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή μὴ στερήσῃς αὐτὸν ἐλευθερίας [22] κτήνη σοί ἐστιν ἐπισκέπτου αὐτά καὶ εἰ ἔστιν σοι χρήσιμα ἐμμενέτω σοι [23] τέκνα σοί ἐστιν παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν [24] θυγατέρες σοί εἰσιν πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου [25] ἔκδου θυγατέρα καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν [26] γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλῃς αὐτήν καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν [27] ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ [28] μνήσθητι ὅτι δι αὐτῶν ἐγεννήθης καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί [29] ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε [30] ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς [31] φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων [32] καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου ἵνα τελειωθῇ ἡ εὐλογία σου [33] χάρις δόματος ἔναντι παντὸς ζῶντος καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν [34] μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον [35] μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ [36] ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις
Credit
Source: sacred-texts.org
 
Top