1
 Electronic Study Bible is currently under construction 
[1] καὶ ἐκάλεσεν τωβιας τὸν ραφαηλ καὶ εἶπεν αὐτῷ [2] αζαρια ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν ῥάγοις τῆς μηδίας παρὰ γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον [3] διότι ὀμώμοκεν ραγουηλ μὴ ἐξελθεῖν με [4] καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν [5] καὶ ἐπορεύθη ραφαηλ καὶ ηὐλίσθη παρὰ γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ [6] καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν τωβιας τὴν γυναῖκα αὐτοῦ
Credit
Source: sacred-texts.org
 
Top