1
 Electronic Study Bible is currently under construction 
[1] δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος [2] ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν [3] καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ [4] καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης [5] καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ [6] ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς [7] καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται [8] κρινοῦσιν ἔθνη καὶ κρατήσουσιν λαῶν καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας [9] οἱ πεποιθότες ἐπ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος τοῖς ἐκλεκτοῖς αὐτοῦ [10] οἱ δὲ ἀσεβεῖς καθὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν οἱ ἀμελήσαντες τοῦ δικαίου καὶ τοῦ κυρίου ἀποστάντες [11] σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν καὶ οἱ κόποι ἀνόνητοι καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν [12] αἱ γυναῖκες αὐτῶν ἄφρονες καὶ πονηρὰ τὰ τέκνα αὐτῶν ἐπικατάρατος ἡ γένεσις αὐτῶν [13] ὅτι μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν [14] καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ κυρίου πονηρά δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος [15] ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως [16] τέκνα δὲ μοιχῶν ἀτέλεστα ἔσται καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται [17] ἐάν τε γὰρ μακρόβιοι γένωνται εἰς οὐθὲν λογισθήσονται καὶ ἄτιμον ἐπ ἐσχάτων τὸ γῆρας αὐτῶν [18] ἐάν τε ὀξέως τελευτήσωσιν οὐχ ἕξουσιν ἐλπίδα οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον [19] γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη
Credit
Source: sacred-texts.org
 
Top