|
[1] θεὲ πατέρων καὶ κύριε τοῦ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου
[2] καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων
[3] καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ
[4] δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου
[5] ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων
[6] κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται
[7] σύ με προείλω βασιλέα λαοῦ σου καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων
[8] εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπ ἀρχῆς
[9] καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου
[10] ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαροῦσά μοι κοπιάσῃ καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί
[11] οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς
[12] καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου
[13] τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος
[14] λογισμοὶ γὰρ θνητῶν δειλοί καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν
[15] φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα
[16] καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν
[17] βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων
[18] καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν
|