|
[1] αἰτεῖσθε ὑετὸν παρὰ κυρίου καθ ὥραν πρόιμον καὶ ὄψιμον κύριος ἐποίησεν φαντασίας καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς ἑκάστῳ βοτάνην ἐν ἀγρῷ
[2] διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν μάταια παρεκάλουν διὰ τοῦτο ἐξήρθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν διότι οὐκ ἦν ἴασις
[3] ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι καὶ ἐπισκέψεται κύριος ὁ θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ
[4] καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν καὶ ἐξ αὐτοῦ ἔταξεν καὶ ἐξ αὐτοῦ τόξον ἐν θυμῷ ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ
[5] καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται διότι κύριος μετ αὐτῶν καὶ καταισχυνθήσονται ἀναβάται ἵππων
[6] καὶ κατισχύσω τὸν οἶκον ιουδα καὶ τὸν οἶκον ιωσηφ σώσω καὶ κατοικιῶ αὐτούς ὅτι ἠγάπησα αὐτούς καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς διότι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς
[7] καὶ ἔσονται ὡς μαχηταὶ τοῦ εφραιμ καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐφρανθήσονται καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ κυρίῳ
[8] σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς διότι λυτρώσομαι αὐτούς καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί
[9] καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς καὶ οἱ μακρὰν μνησθήσονταί μου ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν
[10] καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς αἰγύπτου καὶ ἐξ ἀσσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν γαλααδῖτιν καὶ εἰς τὸν λίβανον εἰσάξω αὐτούς καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς
[11] καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις ἀσσυρίων καὶ σκῆπτρον αἰγύπτου περιαιρεθήσεται
[12] καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται λέγει κύριος
|