|
[1] καὶ ἦν ὁ βασιλεὺς σαλωμων βασιλεύων ἐπὶ ισραηλ
[2] καὶ οὗτοι οἱ ἄρχοντες οἳ ἦσαν αὐτοῦ αζαριου υἱὸς σαδωκ
[3] καὶ ελιαρεφ καὶ αχια υἱὸς σαβα γραμματεῖς καὶ ιωσαφατ υἱὸς αχιλιδ ὑπομιμνῄσκων
[4] καὶ σαδουχ καὶ αβιαθαρ ἱερεῖς
[5] καὶ ορνια υἱὸς ναθαν ἐπὶ τῶν καθεσταμένων καὶ ζαβουθ υἱὸς ναθαν ἑταῖρος τοῦ βασιλέως
[6] καὶ αχιηλ οἰκονόμος καὶ ελιαβ υἱὸς σαφ ἐπὶ τῆς πατριᾶς καὶ αδωνιραμ υἱὸς εφρα ἐπὶ τῶν φόρων
[7] καὶ τῷ σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν
[8] καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν βενωρ ἐν ὄρει εφραιμ εἷς
[9] υἱὸς ρηχαβ ἐν μαχεμας καὶ βηθαλαμιν καὶ βαιθσαμυς καὶ αιλων ἕως βαιθαναν εἷς
[10] υἱὸς εσωθ βηρβηθνεμα λουσαμηνχα καὶ ρησφαρα
[11] χιναναδαβ καὶ αναφαθι ἀνὴρ ταβληθ θυγάτηρ σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα εἷς
[12] βακχα υἱὸς αχιλιδ θααναχ καὶ μεκεδω καὶ πᾶς ὁ οἶκος σαν ὁ παρὰ σεσαθαν ὑποκάτω τοῦ εσραε καὶ ἐκ βαισαφουδ εβελμαωλα ἕως μαεβερ λουκαμ εἷς
[13] υἱὸς γαβερ ἐν ρεμαθ γαλααδ τούτῳ σχοίνισμα ερεγαβα ἣ ἐν τῇ βασαν ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ εἷς
[14] αχιναδαβ υἱὸς αχελ μααναιν εἷς
[15] αχιμαας ἐν νεφθαλι καὶ οὗτος ἔλαβεν τὴν βασεμμαθ θυγατέρα σαλωμων εἰς γυναῖκα εἷς
[16] βαανα υἱὸς χουσι ἐν τῇ μααλαθ εἷς
[17] σαμαα υἱὸς ηλα ἐν τῷ βενιαμιν
[18] γαβερ υἱὸς αδαι ἐν τῇ γῇ γαδ γῇ σηων βασιλέως τοῦ εσεβων καὶ ωγ βασιλέως τοῦ βασαν καὶ νασιφ εἷς ἐν γῇ ιουδα
[19] ιωσαφατ υἱὸς φουασουδ ἐν ισσαχαρ
|