1
 Electronic Study Bible is currently under construction 
[1]καὶἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως ἕκαστος μῆνα αὐτοῦ οὐ παραλλάσσουσιν λόγον καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεύς ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ [2]καὶταῦτα τὰ δέοντα τῷ σαλωμων ἐν ἡμέρᾳ μιᾷ τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου [3]καὶδέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν σιτευτά [4]ὅτιἦν ἄρχων πέραν τοῦ ποταμοῦ καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν [9]καὶἔδωκεν κύριος φρόνησιν τῷ σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν [10]καὶἐπληθύνθη σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους αἰγύπτου [11]καὶἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ γαιθαν τὸν εζραΐτην καὶ τὸν αιμαν καὶ τὸν χαλκαλ καὶ δαρδα υἱοὺς μαλ [12]καὶἐλάλησεν σαλωμων τρισχιλίας παραβολάς καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι [13]καὶἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων [14]καὶπαρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας σαλωμων καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ καὶ ἔλαβεν σαλωμων τὴν θυγατέρα φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος ιερουσαλημ τότε ἀνέβη φαραω βασιλεὺς αἰγύπτου καὶ προκατελάβετο τὴν γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν χανανίτην τὸν κατοικοῦντα ἐν μεργαβ καὶ ἔδωκεν αὐτὰς φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ σαλωμων καὶ σαλωμων ᾠκοδόμησεν τὴν γαζερ [15]καὶἀπέστειλεν χιραμ βασιλεὺς τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν σαλωμων ἀντὶ δαυιδ τοῦ πατρὸς αὐτοῦ ὅτι ἀγαπῶν ἦν χιραμ τὸν δαυιδ πάσας τὰς ἡμέρας [16]καὶἀπέστειλεν σαλωμων πρὸς χιραμ λέγων [17]σὺοἶδας δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ [18]καὶνῦν ἀνέπαυσε κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν [19]καὶἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου καθὼς ἐλάλησεν κύριος ὁ θεὸς πρὸς δαυιδ τὸν πατέρα μου λέγων ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου [20]καὶνῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ λιβάνου καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπῃς ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ σιδώνιοι [21]καὶἐγενήθη καθὼς ἤκουσεν χιραμ τῶν λόγων σαλωμων ἐχάρη σφόδρα καὶ εἶπεν εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τῷ δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον [22]καὶἀπέστειλεν πρὸς σαλωμων λέγων ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρός με ἐγὼ ποιήσω πᾶν θέλημά σου ξύλα κέδρινα καὶ πεύκινα [23]οἱδοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ λιβάνου εἰς τὴν θάλασσαν ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρός με καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ καὶ σὺ ἀρεῖς καὶ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου [24]καὶἦν χιραμ διδοὺς τῷ σαλωμων κέδρους καὶ πᾶν θέλημα αὐτοῦ [25]καὶσαλωμων ἔδωκεν τῷ χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου κατὰ τοῦτο ἐδίδου σαλωμων τῷ χιραμ κατ ἐνιαυτόν [26]καὶκύριος ἔδωκεν σοφίαν τῷ σαλωμων καθὼς ἐλάλησεν αὐτῷ καὶ ἦν εἰρήνη ἀνὰ μέσον χιραμ καὶ ἀνὰ μέσον σαλωμων καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν [27]καὶἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς ισραηλ καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν [28]καὶἀπέστειλεν αὐτοὺς εἰς τὸν λίβανον δέκα χιλιάδες ἐν τῷ μηνί ἀλλασσόμενοι μῆνα ἦσαν ἐν τῷ λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν καὶ αδωνιραμ ἐπὶ τοῦ φόρου [29]καὶἦν τῷ σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει [30]χωρὶςἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν σαλωμων τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα [32]καὶἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη
Credit
Source: sacred-texts.org
 
Top