1
 Electronic Study Bible is currently under construction 
[1]καὶἤρξατο σαλωμων τοῦ οἰκοδομεῖν τὸν οἶκον κυρίου ἐν ιερουσαλημ ἐν ὄρει τοῦ αμορια οὗ ὤφθη κύριος τῷ δαυιδ πατρὶ αὐτοῦ ἐν τῷ τόπῳ ᾧ ἡτοίμασεν δαυιδ ἐν ἅλῳ ορνα τοῦ ιεβουσαίου [2]καὶἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ [3]καὶταῦτα ἤρξατο σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὖρος πήχεων εἴκοσι [4]καὶαιλαμ κατὰ πρόσωπον τοῦ οἴκου μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ [5]καὶτὸν οἶκον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις καὶ κατεχρύσωσεν χρυσίῳ καθαρῷ καὶ ἔγλυψεν ἐπ αὐτοῦ φοίνικας καὶ χαλαστά [6]καὶἐκόσμησεν τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν καὶ χρυσίῳ χρυσίου τοῦ ἐκ φαρουαιμ [7]καὶἐχρύσωσεν τὸν οἶκον καὶ τοὺς τοίχους καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ καὶ ἔγλυψεν χερουβιν ἐπὶ τῶν τοίχων [8]καὶἐποίησεν τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων μῆκος αὐτοῦ ἐπὶ πρόσωπον πλάτους πήχεων εἴκοσι καὶ τὸ εὖρος πήχεων εἴκοσι καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς χερουβιν εἰς τάλαντα ἑξακόσια [9]καὶὁλκὴ τῶν ἥλων ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου καὶ τὸ ὑπερῷον ἐχρύσωσεν χρυσίῳ [10]καὶἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων χερουβιν δύο ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ [11]καὶαἱ πτέρυγες τῶν χερουβιν τὸ μῆκος πήχεων εἴκοσι καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου [12]καὶἡ πτέρυξ τοῦ χερουβ τοῦ ἑνὸς πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τοῦ πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου [13]καὶαἱ πτέρυγες τῶν χερουβιν διαπεπετασμέναι πήχεων εἴκοσι καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτῶν καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον [14]καὶἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτῷ χερουβιν [15]καὶἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο πήχεων τριάκοντα πέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε [16]καὶἐποίησεν σερσερωθ ἐν τῷ δαβιρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων καὶ ἐποίησεν ῥοΐσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τῶν χαλαστῶν [17]καὶἔστησεν τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ ἐκ δεξιῶν κατόρθωσις καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν ἰσχύς
Credit
Source: sacred-texts.org
 
Top