|
[1]καὶἐποίησεν τὸ θυσιαστήριον χαλκοῦν πήχεων εἴκοσι μῆκος καὶ τὸ εὖρος πήχεων εἴκοσι ὕψος πήχεων δέκα
[2]καὶἐποίησεν τὴν θάλασσαν χυτήν πήχεων δέκα τὴν διαμέτρησιν στρογγύλην κυκλόθεν καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα
[3]καὶὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτῆς κύκλῳ κυκλοῦσιν αὐτήν πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν
[4]ᾗἐποίησαν αὐτούς δώδεκα μόσχους οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς βλέποντες δυσμὰς καὶ οἱ τρεῖς βλέποντες νότον καὶ οἱ τρεῖς βλέποντες κατ ἀνατολάς καὶ ἡ θάλασσα ἐπ αὐτῶν ἄνω ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω
[5]καὶτὸ πάχος αὐτῆς παλαιστής καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου διαγεγλυμμένα βλαστοὺς κρίνου χωροῦσαν μετρητὰς τρισχιλίους καὶ ἐξετέλεσεν
[6]καὶἐποίησεν λουτῆρας δέκα καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ
[7]καὶἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν
[8]καὶἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων καὶ ἐποίησεν φιάλας χρυσᾶς ἑκατόν
[9]καὶἐποίησεν τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τῇ αὐλῇ καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ
[10]καὶτὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι
[11]καὶἐποίησεν χιραμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ συνετέλεσεν χιραμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣν ἐποίησεν σαλωμων τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ
[12]στύλουςδύο καὶ ἐπ αὐτῶν γωλαθ τῇ χωθαρεθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρεθ ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων
[13]καὶκώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλαθ τῶν χωθαρεθ ἅ ἐστιν ἐπάνω τῶν στύλων
[14]καὶτὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνωθ
[15]καὶτὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς
[16]καὶτοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησεν χιραμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ σαλωμων ἐν οἴκῳ κυρίου χαλκοῦ καθαροῦ
[17]ἐντῷ περιχώρῳ τοῦ ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ σοκχωθ καὶ ἀνὰ μέσον σιρδαθα
[18]καὶἐποίησεν σαλωμων πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ
[19]καὶἐποίησεν σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας καὶ ἐπ αὐτῶν ἄρτοι προθέσεως
[20]καὶτὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβιρ χρυσίου καθαροῦ
[21]καὶλαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ
[22]καὶἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων εἰς τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς
|