1
 Electronic Study Bible is currently under construction 
[1] τὸ ῥῆμα τὸ κατὰ τῆς μωαβίτιδος νυκτὸς ἀπολεῖται ἡ μωαβῖτις νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς μωαβίτιδος [2] λυπεῖσθε ἐφ ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ δηβων οὗ ὁ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ ναβαυ τῆς μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι [3] ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ [4] ὅτι κέκραγεν εσεβων καὶ ελεαλη ἕως ιασσα ἠκούσθη ἡ φωνὴ αὐτῶν διὰ τοῦτο ἡ ὀσφὺς τῆς μωαβίτιδος βοᾷ ἡ ψυχὴ αὐτῆς γνώσεται [5] καρδία τῆς μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός [6] τὸ ὕδωρ τῆς νεμριμ ἔρημον ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται [7] μὴ καὶ οὕτως μέλλει σωθῆναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα ἄραβας καὶ λήμψονται αὐτήν [8] συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς μωαβίτιδος τῆς αγαλλιμ καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ αιλιμ [9] τὸ δὲ ὕδωρ τὸ ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ ρεμμων ἄραβας καὶ ἀρῶ τὸ σπέρμα μωαβ καὶ αριηλ καὶ τὸ κατάλοιπον αδαμα
Credit
Source: sacred-texts.org
 
Top