|
[1] ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος σιων
[2] ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος θύγατερ μωαβ ἔπειτα δέ αρνων
[3] πλείονα βουλεύου ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθῇς
[4] παροικήσουσίν σοι οἱ φυγάδες μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς
[5] καὶ διορθωθήσεται μετ ἐλέους θρόνος καὶ καθίεται ἐπ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην
[6] ἠκούσαμεν τὴν ὕβριν μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῆρας οὐχ οὕτως ἡ μαντεία σου
[7] οὐχ οὕτως ὀλολύξει μωαβ ἐν γὰρ τῇ μωαβίτιδι πάντες ὀλολύξουσιν τοῖς κατοικοῦσιν δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ
[8] τὰ πεδία εσεβων πενθήσει ἄμπελος σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον
[9] διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν ιαζηρ ἄμπελον σεβαμα τὰ δένδρα σου κατέβαλεν εσεβων καὶ ελεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται
[10] καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια πέπαυται γάρ
[11] διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας
[12] καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε ὅτι ἐκοπίασεν μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν
[13] τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος ἐπὶ μωαβ ὁπότε καὶ ἐλάλησεν
[14] καὶ νῦν λέγω ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος
|