|
[1]καὶἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσεν μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά
[2]καὶπροσήνεγκαν οἱ ἄρχοντες ισραηλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν οὗτοι ἄρχοντες φυλῶν οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς
[3]καὶἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς
[4]καὶεἶπεν κύριος πρὸς μωυσῆν λέγων
[5]λαβὲπαρ αὐτῶν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσεις αὐτὰ τοῖς λευίταις ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν
[6]καὶλαβὼν μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς λευίταις
[7]τὰςδύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς γεδσων κατὰ τὰς λειτουργίας αὐτῶν
[8]καὶτὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ ιθαμαρ υἱοῦ ααρων τοῦ ἱερέως
[9]καὶτοῖς υἱοῖς κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν ἐπ ὤμων ἀροῦσιν
[10]καὶπροσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου
[11]καὶεἶπεν κύριος πρὸς μωυσῆν ἄρχων εἷς καθ ἡμέραν ἄρχων καθ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου
[12]καὶἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ ναασσων υἱὸς αμιναδαβ ἄρχων τῆς φυλῆς ιουδα
[13]καὶπροσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[14]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[15]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[16]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[17]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον ναασσων υἱοῦ αμιναδαβ
[18]τῇἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν ναθαναηλ υἱὸς σωγαρ ἄρχων τῆς φυλῆς ισσαχαρ
[19]καὶπροσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[20]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[21]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[22]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[23]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον ναθαναηλ υἱοῦ σωγαρ
[24]τῇἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν ζαβουλων ελιαβ υἱὸς χαιλων
[25]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[26]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[27]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[28]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[29]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον ελιαβ υἱοῦ χαιλων
[30]τῇἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν ρουβην ελισουρ υἱὸς σεδιουρ
[31]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[32]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[33]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[34]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[35]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον ελισουρ υἱοῦ σεδιουρ
[36]τῇἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν συμεων σαλαμιηλ υἱὸς σουρισαδαι
[37]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[38]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[39]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[40]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[41]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον σαλαμιηλ υἱοῦ σουρισαδαι
[42]τῇἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν γαδ ελισαφ υἱὸς ραγουηλ
[43]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[44]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[45]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[46]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[47]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον ελισαφ υἱοῦ ραγουηλ
[48]τῇἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν εφραιμ ελισαμα υἱὸς εμιουδ
[49]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[50]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[51]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[52]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[53]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον ελισαμα υἱοῦ εμιουδ
[54]τῇἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν μανασση γαμαλιηλ υἱὸς φαδασσουρ
[55]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[56]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[57]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[58]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[59]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον γαμαλιηλ υἱοῦ φαδασσουρ
[60]τῇἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν βενιαμιν αβιδαν υἱὸς γαδεωνι
[61]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[62]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[63]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[64]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[65]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον αβιδαν υἱοῦ γαδεωνι
[66]τῇἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν δαν αχιεζερ υἱὸς αμισαδαι
[67]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[68]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[69]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[70]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[71]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον αχιεζερ υἱοῦ αμισαδαι
[72]τῇἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν ασηρ φαγαιηλ υἱὸς εχραν
[73]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[74]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[75]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[76]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[77]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον φαγαιηλ υἱοῦ εχραν
[78]τῇἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν νεφθαλι αχιρε υἱὸς αιναν
[79]τὸδῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
[80]θυίσκηνμίαν δέκα χρυσῶν πλήρη θυμιάματος
[81]μόσχονἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
[82]καὶχίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
[83]καὶεἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον αχιρε υἱοῦ αιναν
[84]οὗτοςὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό παρὰ τῶν ἀρχόντων τῶν υἱῶν ισραηλ τρυβλία ἀργυρᾶ δώδεκα φιάλαι ἀργυραῖ δώδεκα θυίσκαι χρυσαῖ δώδεκα
[85]τριάκοντακαὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ
[86]θυίσκαιχρυσαῖ δώδεκα πλήρεις θυμιάματος πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ
[87]πᾶσαιαἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας
[88]πᾶσαιαἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν
[89]ἐντῷ εἰσπορεύεσθαι μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν
|