1
 Electronic Study Bible is currently under construction 
[1]καὶἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [2]λάλησοντῷ ααρων καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι [3]καὶἐποίησεν οὕτως ααρων ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς καθὰ συνέταξεν κύριος τῷ μωυσῇ [4]καὶαὕτη ἡ κατασκευὴ τῆς λυχνίας στερεὰ χρυσῆ ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς στερεὰ ὅλη κατὰ τὸ εἶδος ὃ ἔδειξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησεν τὴν λυχνίαν [5]καὶἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [6]λαβὲτοὺς λευίτας ἐκ μέσου υἱῶν ισραηλ καὶ ἀφαγνιεῖς αὐτούς [7]καὶοὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ καθαροὶ ἔσονται [8]καὶλήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας [9]καὶπροσάξεις τοὺς λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν ισραηλ [10]καὶπροσάξεις τοὺς λευίτας ἔναντι κυρίου καὶ ἐπιθήσουσιν οἱ υἱοὶ ισραηλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς λευίτας [11]καὶἀφοριεῖ ααρων τοὺς λευίτας ἀπόδομα ἔναντι κυρίου παρὰ τῶν υἱῶν ισραηλ καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα κυρίου [12]οἱδὲ λευῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν [13]καὶστήσεις τοὺς λευίτας ἔναντι κυρίου καὶ ἔναντι ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου [14]καὶδιαστελεῖς τοὺς λευίτας ἐκ μέσου υἱῶν ισραηλ καὶ ἔσονται ἐμοί [15]καὶμετὰ ταῦτα εἰσελεύσονται οἱ λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ καθαριεῖς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου [16]ὅτιἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν ισραηλ ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν ισραηλ εἴληφα αὐτοὺς ἐμοί [17]ὅτιἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοὶ [18]καὶἔλαβον τοὺς λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς ισραηλ [19]καὶἀπέδωκα τοὺς λευίτας ἀπόδομα δεδομένους ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν ισραηλ ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν ισραηλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν ισραηλ καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς ισραηλ προσεγγίζων πρὸς τὰ ἅγια [20]καὶἐποίησεν μωυσῆς καὶ ααρων καὶ πᾶσα συναγωγὴ υἱῶν ισραηλ τοῖς λευίταις καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ περὶ τῶν λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ ισραηλ [21]καὶἡγνίσαντο οἱ λευῖται καὶ ἐπλύναντο τὰ ἱμάτια καὶ ἀπέδωκεν αὐτοὺς ααρων ἀπόδομα ἔναντι κυρίου καὶ ἐξιλάσατο περὶ αὐτῶν ααρων ἀφαγνίσασθαι αὐτούς [22]καὶμετὰ ταῦτα εἰσῆλθον οἱ λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καθὼς συνέταξεν κύριος τῷ μωυσῇ περὶ τῶν λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς [23]καὶἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [24]τοῦτόἐστιν τὸ περὶ τῶν λευιτῶν ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου [25]καὶἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι [26]καὶλειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς ἔργα δὲ οὐκ ἐργᾶται οὕτως ποιήσεις τοῖς λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν
Credit
Source: sacred-texts.org
 
Top