1
 Electronic Study Bible is currently under construction 
[1] μὴ ἀποσκηνώσῃς ἀφ ἡμῶν ὁ θεός ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν [2] ὅτι ἀπώσω αὐτούς ὁ θεός μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου [3] σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς καὶ μὴ δῷς ἔθνεσιν [4] ἐὰν γὰρ ἀποστείλῃς θάνατον σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν [5] ὅτι σὺ ἐλεήμων καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς [6] ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα καὶ οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος [7] ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε καὶ σὺ ἐπακούσῃ ἡμῶν [8] ὅτι σὺ οἰκτιρήσεις τὸ γένος ισραηλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσῃ [9] καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα καὶ μάστιγα παιδείας σου [10] κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεώς σου τοῦ ἐλεῆσαι τὸν οἶκον ιακωβ εἰς ἡμέραν ἐν ᾗ ἐπηγγείλω αὐτοῖς πσσολ τῷ σαλωμων εἰς νεῖκος
Credit
Source: sacred-texts.org
 
Top