|
[1] θλῖψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον
[2] φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι ἐρήμου
[3] καὶ εἶπα ἐν τῇ καρδίᾳ μου ποῦ ἄρα κρινεῖ αὐτὸν ὁ θεός
[4] φωνὴν ἤκουσα εἰς ιερουσαλημ πόλιν ἁγιάσματος
[5] συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοῆς παρελύθη γόνατά μου ἐφοβήθη ἡ καρδία μου ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον
[6] εἶπα κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ
[7] ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γῆς ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπ αἰῶνος
[8] ἀνεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου ἔγνω πᾶσα ἡ γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια
[9] ἐν καταγαίοις κρυφίοις αἱ παρανομίαι αὐτῶν ἐν παροργισμῷ υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ θυγατρὸς συνεφύροντο
[10] ἐμοιχῶντο ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ συνέθεντο αὑτοῖς συνθήκας μετὰ ὅρκου περὶ τούτων
[11] τὰ ἅγια τοῦ θεοῦ διηρπάζοσαν ὡς μὴ ὄντος κληρονόμου λυτρουμένου
[12] ἐπατοῦσαν τὸ θυσιαστήριον κυρίου ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐν ἀφέδρῳ αἵματος ἐμίαναν τὰς θυσίας ὡς κρέα βέβηλα
[13] οὐ παρέλιπον ἁμαρτίαν ἣν οὐκ ἐποίησαν ὑπὲρ τὰ ἔθνη
[14] διὰ τοῦτο ἐκέρασεν αὐτοῖς ὁ θεὸς πνεῦμα πλανήσεως ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην
[15] ἤγαγεν τὸν ἀπ ἐσχάτου τῆς γῆς τὸν παίοντα κραταιῶς ἔκρινεν τὸν πόλεμον ἐπὶ ιερουσαλημ καὶ τὴν γῆν αὐτῆς
[16] ἀπήντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρᾶς εἶπαν αὐτῷ ἐπευκτὴ ἡ ὁδός σου δεῦτε εἰσέλθατε μετ εἰρήνης
[17] ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ ἤνοιξαν πύλας ἐπὶ ιερουσαλημ ἐστεφάνωσαν τείχη αὐτῆς
[18] εἰσῆλθεν ὡς πατὴρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ εἰρήνης ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσφαλείας πολλῆς
[19] κατελάβετο τὰς πυργοβάρεις αὐτῆς καὶ τὸ τεῖχος ιερουσαλημ ὅτι ὁ θεὸς ἤγαγεν αὐτὸν μετὰ ἀσφαλείας ἐν τῇ πλανήσει αὐτῶν
[20] ἀπώλεσεν ἄρχοντας αὐτῶν καὶ πᾶν σοφὸν ἐν βουλῇ ἐξέχεεν τὸ αἷμα τῶν οἰκούντων ιερουσαλημ ὡς ὕδωρ ἀκαθαρσίας
[21] ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν ἃ ἐγέννησαν ἐν βεβηλώσει
[22] ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καθὼς οἱ πατέρες αὐτῶν ἐμίαναν ιερουσαλημ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ θεοῦ
[23] ἐδικαιώθη ὁ θεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔθνεσιν τῆς γῆς καὶ οἱ ὅσιοι τοῦ θεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν
[24] αἰνετὸς κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ
[25] ἰδοὺ δή ὁ θεός ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ σου εἴδοσαν οἱ ὀφθαλμοὶ ἡμῶν τὰ κρίματά σου ὁ θεός
[26] ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας ὅτι σὺ ὁ θεὸς τῆς δικαιοσύνης κρίνων τὸν ισραηλ ἐν παιδείᾳ
[27] ἐπίστρεψον ὁ θεός τὸ ἔλεός σου ἐφ ἡμᾶς καὶ οἰκτίρησον ἡμᾶς
[28] συνάγαγε τὴν διασπορὰν ισραηλ μετὰ ἐλέους καὶ χρηστότητος ὅτι ἡ πίστις σου μεθ ἡμῶν
[29] καὶ ἡμεῖς ἐσκληρύναμεν τὸν τράχηλον ἡμῶν καὶ σὺ παιδευτὴς ἡμῶν εἶ
[30] μὴ ὑπερίδῃς ἡμᾶς ὁ θεὸς ἡμῶν ἵνα μὴ καταπίωσιν ἡμᾶς ἔθνη ὡς μὴ ὄντος λυτρουμένου
[31] καὶ σὺ ὁ θεὸς ἡμῶν ἀπ ἀρχῆς καὶ ἐπὶ σὲ ἡ ἐλπὶς ἡμῶν κύριε
[32] καὶ ἡμεῖς οὐκ ἀφεξόμεθά σου ὅτι χρηστὰ τὰ κρίματά σου ἐφ ἡμᾶς
[33] ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν ἡ εὐδοκία εἰς τὸν αἰῶνα κύριε σωτὴρ ἡμῶν οὐ σαλευθησόμεθα ἔτι τὸν αἰῶνα χρόνον
[34] αἰνετὸς κύριος ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν στόματι ὁσίων καὶ εὐλογημένος ισραηλ ὑπὸ κυρίου εἰς τὸν αἰῶνα πσσολ τῷ σαλωμων εἰς ἔλεγχον
|