1
 Electronic Study Bible is currently under construction 
[1] αλληλουια αγγαιου καὶ ζαχαριου ἐπαίνει ιερουσαλημ τὸν κύριον αἴνει τὸν θεόν σου σιων [2] ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί [3] τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε [4] ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ [5] τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος [6] βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται [7] ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα [8] ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ ιακωβ δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ ισραηλ [9] οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς
Credit
Source: sacred-texts.org
 
Top