|
[1] αλληλουια αγγαιου καὶ ζαχαριου αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις
[2] αἰνεῖτε αὐτόν πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ
[3] αἰνεῖτε αὐτόν ἥλιος καὶ σελήνη αἰνεῖτε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φῶς
[4] αἰνεῖτε αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν
[5] αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
[6] ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται
[7] αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς δράκοντες καὶ πᾶσαι ἄβυσσοι
[8] πῦρ χάλαζα χιών κρύσταλλος πνεῦμα καταιγίδος τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ
[9] τὰ ὄρη καὶ πάντες οἱ βουνοί ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι
[10] τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά
[11] βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί ἄρχοντες καὶ πάντες κριταὶ γῆς
[12] νεανίσκοι καὶ παρθένοι πρεσβῦται μετὰ νεωτέρων
[13] αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ
[14] καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ τοῖς υἱοῖς ισραηλ λαῷ ἐγγίζοντι αὐτῷ
|