1
 Electronic Study Bible is currently under construction 
[1] ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος [2] ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι [3] καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται [4] ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα [5] ἔστιν σιωπῶν εὑρισκόμενος σοφός καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς [6] ἔστιν σιωπῶν οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν [7] ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν [8] πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται [9] ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν [10] ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν [11] ἔστιν ἐλάττωσις ἕνεκεν δόξης καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν [12] ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον [13] σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει χάριτες δὲ μωρῶν ἐκχυθήσονται [14] δόσις ἄφρονος οὐ λυσιτελήσει σοι οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ ἑνὸς πολλοί [15] ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει μισητὸς ἄνθρωπος ὁ τοιοῦτος [16] μωρὸς ἐρεῖ οὐχ ὑπάρχει μοι φίλος καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου [17] οἱ ἔσθοντες τὸν ἄρτον αὐτοῦ φαῦλοι γλώσσῃ ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ [18] ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει [19] ἄνθρωπος ἄχαρις μῦθος ἄκαιρος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται [20] ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς [21] ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται [22] ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι αἰσχύνην καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν [23] ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν [24] μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται [25] αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν [26] ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία καὶ ἡ αἰσχύνη αὐτοῦ μετ αὐτοῦ ἐνδελεχῶς [27] σοφὸς ἐν λόγοις προάξει ἑαυτόν καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν [28] ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν [29] ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς [30] σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις [31] κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ
Credit
Source: sacred-texts.org
 
Top