1
 Electronic Study Bible is currently under construction 
[1] τέκνον ἥμαρτες μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι [2] ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας ἐὰν γὰρ προσέλθῃς δήξεταί σε ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνθρώπων [3] ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις [4] καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται [5] δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται [6] μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ [7] γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν [8] οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα [9] στιππύον συνηγμένον συναγωγὴ ἀνόμων καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός [10] ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων καὶ ἐπ ἐσχάτων αὐτῆς βόθρος ᾅδου [11] φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ καὶ συντέλεια τοῦ φόβου κυρίου σοφία [12] οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος ἔστιν δὲ πανουργία πληθύνουσα πικρίαν [13] γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς [14] ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει [15] λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων αἰνέσει αὐτὸν καὶ ἐπ αὐτὸν προσθήσει ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ [16] ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις [17] στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ [18] ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι [19] πέδαι ἐν ποσὶν ἀνοήτου παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς [20] μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει [21] ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ [22] ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου [23] ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται [24] ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ [25] χείλη ἀλλοτρίων ἐν τούτοις διηγήσονται λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται [26] ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν καρδία δὲ σοφῶν στόμα αὐτῶν [27] ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν [28] μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται
Credit
Source: sacred-texts.org
 
Top