1
 Electronic Study Bible is currently under construction 
[1]λίθῳἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ [2]βολβίτῳκοπρίων συνεβλήθη ὀκνηρός πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα [3]αἰσχύνηπατρὸς ἐν γεννήσει ἀπαιδεύτου θυγάτηρ δὲ ἐπ ἐλαττώσει γίνεται [4]θυγάτηρφρονίμη κληρονομήσει ἄνδρα αὐτῆς καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος [5]πατέρακαὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται [6]μουσικὰἐν πένθει ἄκαιρος διήγησις μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας [9]συγκολλῶνὄστρακον ὁ διδάσκων μωρόν ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου [10]διηγούμενοςνυστάζοντι ὁ διηγούμενος μωρῷ καὶ ἐπὶ συντελείᾳ ἐρεῖ τί ἐστιν [11]ἐπὶνεκρῷ κλαῦσον ἐξέλιπεν γὰρ φῶς καὶ ἐπὶ μωρῷ κλαῦσον ἐξέλιπεν γὰρ σύνεσιν ἥδιον κλαῦσον ἐπὶ νεκρῷ ὅτι ἀνεπαύσατο τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά [12]πένθοςνεκροῦ ἑπτὰ ἡμέραι μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ [13]μετὰἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου φύλαξαι ἀπ αὐτοῦ ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ ἔκκλινον ἀπ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ [14]ὑπὲρμόλιβον τί βαρυνθήσεται καὶ τί αὐτῷ ὄνομα ἀλλ ἢ μωρός [15]ἄμμονκαὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον [16]ἱμάντωσιςξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει [17]καρδίαἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ [18]χάρακεςἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ [19]νύσσων ὀφθαλμὸν κατάξει δάκρυα καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν [20]βάλλωνλίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν [21]ἐπὶφίλον ἐὰν σπάσῃς ῥομφαίαν μὴ ἀφελπίσῃς ἔστιν γὰρ ἐπάνοδος [22]ἐπὶφίλον ἐὰν ἀνοίξῃς στόμα μὴ εὐλαβηθῇς ἔστιν γὰρ διαλλαγή πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος [23]πίστινκτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς [24]πρὸπυρὸς ἀτμὶς καμίνου καὶ καπνός οὕτως πρὸ αἱμάτων λοιδορίαι [25]φίλονσκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ [26]καὶεἰ κακά μοι συμβήσεται δι αὐτόν πᾶς ὁ ἀκούων φυλάξεται ἀπ αὐτοῦ [27]τίςδώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον ἵνα μὴ πέσω ἀπ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με
Credit
Source: sacred-texts.org
 
Top