1
 Electronic Study Bible is currently under construction 
[1] γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος [2] γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ [3] γυνὴ ἀγαθὴ μερὶς ἀγαθή ἐν μερίδι φοβουμένων κύριον δοθήσεται [4] πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν [5] ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην διαβολὴν πόλεως καὶ ἐκκλησίαν ὄχλου καὶ καταψευσμόν ὑπὲρ θάνατον πάντα μοχθηρά [6] ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα [7] βοοζύγιον σαλευόμενον γυνὴ πονηρά ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου [8] ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει [9] πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται [10] ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται [11] ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ [12] ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν [13] χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς [14] δόσις κυρίου γυνὴ σιγηρά καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς [15] χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς [16] ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς [17] λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ [18] στῦλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς [28] ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν ἀνὴρ πολεμιστὴς ὑστερῶν δι ἔνδειαν καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν [29] μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας
Credit
Source: sacred-texts.org
 
Top