|
[1] χάριν διαφόρου πολλοὶ ἥμαρτον καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν
[2] ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία
[3] ἐὰν μὴ ἐν φόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος
[4] ἐν σείσματι κοσκίνου διαμένει κοπρία οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ
[5] σκεύη κεραμέως δοκιμάζει κάμινος καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ
[6] γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου
[7] πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα οὗτος γὰρ πειρασμὸς ἀνθρώπων
[8] ἐὰν διώκῃς τὸ δίκαιον καταλήμψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης
[9] πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει
[10] λέων θήραν ἐνεδρεύει οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα
[11] διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται
[12] εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε
[13] διήγησις μωρῶν προσόχθισμα καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας
[14] λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων
[15] ἔκχυσις αἵματος μάχη ὑπερηφάνων καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά
[16] ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ
[17] στέρξον φίλον καὶ πιστώθητι μετ αὐτοῦ ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ
[18] καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτοῦ οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον
[19] καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν
[20] μὴ αὐτὸν διώξῃς ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος
[21] ὅτι τραῦμα ἔστιν καταδῆσαι καὶ λοιδορίας ἔστιν διαλλαγή ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν
[22] διανεύων ὀφθαλμῷ τεκταίνει κακά καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ αὐτοῦ
[23] ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον
[24] πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ καὶ ὁ κύριος μισήσει αὐτόν
[25] ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει καὶ πληγὴ δολία διελεῖ τραύματα
[26] ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται
[27] ὁ ποιῶν πονηρά εἰς αὐτὸν κυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ
[28] ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνῳ καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν
[29] παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν
[30] μῆνις καὶ ὀργή καὶ ταῦτά ἐστιν βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν
|