|
[1] ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ ἵνα εὐφρανθῇ ἐπ ἐσχάτων αὐτοῦ
[2] ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ αὐτῷ καυχήσεται
[3] ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ αὐτῷ ἀγαλλιάσεται
[4] ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ καὶ ὧς οὐκ ἀπέθανεν ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ αὐτόν
[5] ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη
[6] ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν
[7] περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ
[8] ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής
[9] τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε σύμπαιξον αὐτῷ καὶ λυπήσει σε
[10] μὴ συγγελάσῃς αὐτῷ ἵνα μὴ συνοδυνηθῇς καὶ ἐπ ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας σου
[11] μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι
[12] θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι
[13] παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς
[14] κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ
[15] ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος
[16] οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας
[17] κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν καὶ ἀνάπαυσις αἰῶνος ἢ ἀρρώστημα ἔμμονον
[18] ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ
[19] τί συμφέρει κάρπωσις εἰδώλῳ οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ κυρίου
[20] βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων
[21] μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου
[22] εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις
[23] ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ
[24] ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα
[25] λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται
|