|
[1] ἀγρυπνία πλούτου ἐκτήκει σάρκας καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον
[2] μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον
[3] ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων καὶ ἐν τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυφημάτων αὐτοῦ
[4] ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται
[5] ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται καὶ ὁ διώκων διάφορα ἐν αὐτοῖς πλανηθήσεται
[6] πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν
[7] ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθουσιάζουσιν αὐτῷ καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ
[8] μακάριος πλούσιος ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη
[9] τίς ἐστιν καὶ μακαριοῦμεν αὐτόν ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ
[10] τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη καὶ ἔσται αὐτῷ εἰς καύχησιν τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν
[11] στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία
[12] ἐπὶ τραπέζης μεγάλης ἐκάθισας μὴ ἀνοίξῃς ἐπ αὐτῆς φάρυγγά σου καὶ μὴ εἴπῃς πολλά γε τὰ ἐπ αὐτῆς
[13] μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει
[14] οὗ ἐὰν ἐπιβλέψῃ μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ
[15] νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ
[16] φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ μὴ μισηθῇς
[17] παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου μήποτε προσκόψῃς
[18] καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου
[19] ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει
[20] ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ ἀνέστη πρωί καὶ ἡ ψυχὴ αὐτοῦ μετ αὐτοῦ πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου
[21] καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν ἀνάστα ἔμεσον πόρρω καὶ ἀναπαύσῃ
[22] ἄκουσόν μου τέκνον καὶ μὴ ἐξουδενήσῃς με καὶ ἐπ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ
[23] λαμπρὸν ἐπ ἄρτοις εὐλογήσει χείλη καὶ ἡ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή
[24] πονηρῷ ἐπ ἄρτῳ διαγογγύσει πόλις καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής
[25] ἐν οἴνῳ μὴ ἀνδρίζου πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος
[26] κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων
[27] ἔφισον ζωῆς οἶνος ἀνθρώποις ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις
[28] ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης
[29] πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι
[30] πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα
[31] ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει
|